You are on page 1of 8

ΣΟΦΟΚΛΗΣ: Ἀντιγόνη / ΚΡΕΩΝ SÓFOCLES: Antígona / Creonte

ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ Ancianos, el timón de la ciudad que los
πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν. dioses bajo tremenda tempestad
habían conmovido, hoy de nuevo
ὑμᾶς δ᾽ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα enderezan rumbo cierto.
ἔστειλ᾽ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου Si yo por mis emisarios os he mandado
σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη, aviso, a vosotros entre todos los
ciudadanos, de venir aquí, ha sido
τοῦτ᾽ αὖθις, ἡνίκ᾽ Οἰδίπους ὤρθου πόλιν, porque conozco bien vuestro respeto
κἀπεὶ διώλετ᾽, ἀμφὶ τοὺς κείνων ἔτι ininterrumpido al gobierno de Layo, y
también, igualmente, mientras regía
παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.
Edipo la ciudad; porque sé que, cuando
ὅτ᾽ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν él murió, vuestro sentimiento de
lealtad os hizo permanecer al lado de
καθ᾽ ἡμέραν ὤλοντο παίσαντές τε καὶ
sus hijos.
πληγέντες αὐτόχειρι σὺν μιάσματι,
Y pues ellos en un solo día, víctimas de
ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω un doble, común destino, se han dado
γένους κατ᾽ ἀγχιστεῖα τῶν ὀλωλότων. muerte, mancha de fratricidio que a la
vez causaron y sufrieron, yo, pues, en
ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν razón de mi parentesco familiar con los
ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν caídos, todo el poder, la realeza asuma.
ἂν Es imposible conocer el ánimo, las
ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. opiniones y principios de cualquier
hombre que no se haya enfrentado a la
ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
experiencia del gobierno y de la
μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων legislación.
ἀλλ᾽ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας A mí, quienquiera que, encargado del
ἔχει gobierno total de una ciudad, no se
κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
acoge al parecer de los mejores, sino
que, por miedo a algo, tiene la boca
καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας cerrada, de tal me parece —y no solo
φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ahora, sino desde siempre— un
individuo pésimo.
ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ᾽ ὁρῶν ἀεί,
Y el que en más considera a un amigo
οὔτ᾽ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν que a su propia patria, éste no me
στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, merece consideración alguna; porque
yo —sépalo Zeus, eterno escrutador de οὔτ᾽ ἂν φίλον ποτ᾽ ἄνδρα δυσμενῆ
todo— ni puedo estarme callado al ver χθονὸς
que se cierne sobre mis conciudadanos θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
no salvación, sino castigo divino, ni
podría considerar amigo mío a un ἥδ᾽ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι
enemigo de esta tierra, y esto porque πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.
estoy convencido de que en esta nave
está la salvación y en ella, si va por τοιοῖσδ᾽ ἐγὼ νόμοισι τήνδ᾽ αὔξω πόλιν,
buen camino, podemos hacer amigos. καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω
Estas son las normas con que me ἀστοῖσι παίδων τῶν ἀπ᾽ Οἰδίπου πέρι·
propongo hacer la grandeza de Tebas, y
Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν
hermanas de ellas las órdenes que hoy
he mandado pregonar a los ciudadanos ὄλωλε τῆσδε, πάντ᾽ ἀριστεύσας δόρει,
sobre los hijos de Edipo: a Etéocles, que
τάφῳ τε κρύψαι καὶ τὰ πάντ᾽ ἀφαγνίσαι
luchando en favor de la ciudad por ella
ha sucumbido, totalmente el primero ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς.
en el manejo de la lanza, que se le τὸν δ᾽ αὖ ξύναιμον τοῦδε, Πολυνείκη
entierre en una tumba y que se le λέγω,
propicie con cuantos sacrificios se
dirigen a los más ilustres muertos, bajo ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
tierra; pero a su hermano, a Polinices φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ
digo, que, exiliado, a su vuelta quiso
πρῆσαι κατ᾽ ἄκρας, ἠθέλησε δ᾽ αἵματος
por el fuego arrasar, de arriba a abajo,
la tierra patria y los dioses de la raza, κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας
que quiso gustar la sangre de algunos ἄγειν,
de sus parientes y esclavizar a otros; a
τοῦτον πόλει τῇδ᾽ ἐκκεκήρυκται τάφῳ
éste, heraldos he mandado que
anuncien que en esta ciudad no se le μήτε κτερίζειν μήτε κωκῦσαί τινα,
honra, ni con tumba ni con lágrimas:
ἐᾶν δ᾽ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας
dejarle insepulto, presa expuesta al
azar de las aves y los perros, miserable καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τ᾽
despojo para los que le vean. ἰδεῖν.

Tal es mi decisión: lo que es por mí, τοιόνδ᾽ ἐμὸν φρόνημα, κοὔποτ᾽ ἔκ γ᾽


nunca tendrán los criminales el honor ἐμοῦ
que corresponde a los ciudadanos τιμὴν προέξουσ᾽ οἱ κακοὶ τῶν ἐνδίκων·
justos; no, por mi parte tendrá honores
ἀλλ᾽ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν
quienquiera que cumpla con el estado,
tanto en muerte como en vida. καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.
ΘΟΥΚΥΔίΔΗΣ: ξυνέγραψε τὸν πόλεμον TUCIDIDES: Historia de la Guerra del
τῶν Πελοποννησίων καὶ Ἀθηναίων - Peloponeso - Discurso Fúnebre de
Ομιλία του Περικλή Pericles.

[2.36.1] 'Ἄρξομαι δὲ ἀπὸ τῶν προγόνων 36.— Comenzaré primero por los
πρῶτον· δίκαιον γὰρ αὐτοῖς καὶ πρέπον antepasados, pues es justo, y adecuado
δὲ ἅμα ἐν τῶι τοιῶιδε τὴν τιμὴν ταύτην además en tal circunstancia, concederles
τῆς μνήμης δίδοσθαι. τὴν γὰρ χώραν οἱ el honor del recuerdo, ya que ellos, que
αὐτοὶ αἰεὶ οἰκοῦντες διαδοχῆι τῶν habitaron siempre el mismo país a lo
ἐπιγιγνομένων μέχρι τοῦδε ἐλευθέραν largo de las sucesivas generaciones,
δι' ἀρετὴν παρέδοσαν. gracias a sus méritos, nos lo legaron libre
hasta este momento.
[2.36.2] καὶ ἐκεῖνοί τε ἄξιοι ἐπαίνου καὶ
ἔτι μᾶλλον οἱ πατέρες ἡμῶν· κτησάμενοι Si dignos de elogio eran ellos, más aún lo
γὰρ πρὸς οἷς ἐδέξαντο ὅσην ἔχομεν son nuestros padres, pues al hacerse con
ἀρχὴν οὐκ ἀπόνως ἡμῖν τοῖς νῦν el imperio que tenemos a más de lo que
προσκατέλιπον. heredaron, nos lo dejaron no sin esfuerzo
a nosotros, los del momento presente.
[2.36.3] τὰ δὲ πλείω αὐτῆς αὐτοὶ ἡμεῖς
En su mayor parte lo hemos aumentado
οἵδε οἱ νῦν ἔτι ὄντες μάλιστα ἐν τῆι
nosotros, sobre todo los que aún
καθεστηκυίαι ἡλικίαι ἐπηυξήσαμεν καὶ
estamos en la madurez, y además hemos
τὴν πόλιν τοῖς πᾶσι παρεσκευάσαμεν καὶ
logrado una ciudad capacitada en todos
ἐς πόλεμον καὶ ἐς εἰρήνην
los aspectos tanto para la guerra como
αὐταρκεστάτην.
para la paz.
[2.36.4] ὧν ἐγὼ τὰ μὲν κατὰ πολέμους
De todo ello, omitiré los hechos bélicos
ἔργα, οἷς ἕκαστα ἐκτήθη, ἢ εἴ τι αὐτοὶ ἢ
en los que se consiguió cada cosa, o si
οἱ πατέρες ἡμῶν βάρβαρον ἢ Ἕλληνα
nosotros o nuestros padres rechazamos
πολέμιον ἐπιόντα προθύμως
con coraje al enemigo invasor, fuera
ἠμυνάμεθα, μακρηγορεῖν ἐν εἰδόσιν οὐ
bárbaro o griego, por no querer
βουλόμενος ἐάσω· ἀπὸ δὲ οἵας τε
extenderme entre gentes que lo saben;
ἐπιτηδεύσεως ἤλθομεν ἐπ' αὐτὰ καὶ μεθ'
sin embargo, con qué actitud llegamos a
οἵας πολιτείας καὶ τρόπων ἐξ οἵων
ello, con qué régimen político y por qué
μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον
forma de ser se engrandeció, eso es lo
εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον, νομίζων
que voy a exponer primero, y luego el
ἐπί τε τῶι παρόντι οὐκ ἂν ἀπρεπῆ
elogio de éstos, por creer que en la
λεχθῆναι αὐτὰ καὶ τὸν πάντα ὅμιλον καὶ
circunstancia presente no resultaría
ἀστῶν καὶ ξένων ξύμφορον εἶναι
inadecuado decirlo y que sería
ἐπακοῦσαι αὐτῶν.
conveniente que lo escuchara toda la
multitud, sean ciudadanos o extranjeros.
[2.37.1] 'Χρώμεθα γὰρ πολιτείαι οὐ καρποῦσθαι ἢ καὶ τὰ τῶν ἄλλων
ζηλούσηι τοὺς τῶν πέλας νόμους, ἀνθρώπων.
παράδειγμα δὲ μᾶλλον αὐτοὶ ὄντες τισὶν
ἢ μιμούμενοι ἑτέρους. καὶ ὄνομα μὲν διὰ
τὸ μὴ ἐς ὀλίγους ἀλλ' ἐς πλείονας οἰκεῖν [2.39.1] 'Διαφέρομεν δὲ καὶ ταῖς τῶν
δημοκρατία κέκληται· μέτεστι δὲ κατὰ πολεμικῶν μελέταις τῶν ἐναντίων
μὲν τοὺς νόμους πρὸς τὰ ἴδια διάφορα τοῖσδε. τήν τε γὰρ πόλιν κοινὴν
πᾶσι τὸ ἴσον, κατὰ δὲ τὴν ἀξίωσιν, ὡς παρέχομεν, καὶ οὐκ ἔστιν ὅτε
ἕκαστος ἔν τωι εὐδοκιμεῖ, οὐκ ἀπὸ ξενηλασίαις ἀπείργομέν τινα ἢ
μέρους τὸ πλέον ἐς τὰ κοινὰ ἢ ἀπ' μαθήματος ἢ θεάματος, ὃ μὴ κρυφθὲν
ἀρετῆς προτιμᾶται, οὐδ' αὖ κατὰ πενίαν, ἄν τις τῶν πολεμίων ἰδὼν ὠφεληθείη,
ἔχων γέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, πιστεύοντες οὐ ταῖς παρασκευαῖς τὸ
ἀξιώματος ἀφανείαι κεκώλυται. πλέον καὶ ἀπάταις ἢ τῶι ἀφ' ἡμῶν αὐτῶν
ἐς τὰ ἔργα εὐψύχωι· καὶ ἐν ταῖς
[2.37.2] ἐλευθέρως δὲ τά τε πρὸς τὸ
παιδείαις οἱ μὲν ἐπιπόνωι ἀσκήσει εὐθὺς
κοινὸν πολιτεύομεν καὶ ἐς τὴν πρὸς
νέοι ὄντες τὸ ἀνδρεῖον μετέρχονται,
ἀλλήλους τῶν καθ' ἡμέραν
ἡμεῖς δὲ ἀνειμένως διαιτώμενοι οὐδὲν
ἐπιτηδευμάτων ὑποψίαν, οὐ δι' ὀργῆς
ἧσσον ἐπὶ τοὺς ἰσοπαλεῖς κινδύνους
τὸν πέλας, εἰ καθ' ἡδονήν τι δρᾶι,
χωροῦμεν.
ἔχοντες, οὐδὲ ἀζημίους μέν, λυπηρὰς δὲ
τῆι ὄψει ἀχθηδόνας προστιθέμενοι.
[2.37.3] ἀνεπαχθῶς δὲ τὰ ἴδια [2.39.2] τεκμήριον δέ· οὔτε γὰρ
προσομιλοῦντες τὰ δημόσια διὰ δέος Λακεδαιμόνιοι καθ' ἑαυτούς, μεθ'
μάλιστα οὐ παρανομοῦμεν, τῶν τε αἰεὶ ἁπάντων δὲ ἐς τὴν γῆν ἡμῶν
ἐν ἀρχῆι ὄντων ἀκροάσει καὶ τῶν νόμων, στρατεύουσι, τήν τε τῶν πέλας αὐτοὶ
καὶ μάλιστα αὐτῶν ὅσοι τε ἐπ' ὠφελίαι ἐπελθόντες οὐ χαλεπῶς ἐν τῆι ἀλλοτρίαι
τῶν ἀδικουμένων κεῖνται καὶ ὅσοι τοὺς περὶ τῶν οἰκείων ἀμυνομένους
ἄγραφοι ὄντες αἰσχύνην ὁμολογουμένην μαχόμενοι τὰ πλείω κρατοῦμεν.
φέρουσιν.
[2.38.1] 'Καὶ μὴν καὶ τῶν πόνων πλείστας
[2.39.3] ἁθρόαι τε τῆι δυνάμει ἡμῶν
ἀναπαύλας τῆι γνώμηι ἐπορισάμεθα,
οὐδείς πω πολέμιος ἐνέτυχε διὰ τὴν τοῦ
ἀγῶσι μέν γε καὶ θυσίαις διετησίοις
ναυτικοῦ τε ἅμα ἐπιμέλειαν καὶ τὴν ἐν
νομίζοντες, ἰδίαις δὲ κατασκευαῖς
τῆι γῆι ἐπὶ πολλὰ ἡμῶν αὐτῶν
εὐπρεπέσιν, ὧν καθ' ἡμέραν ἡ τέρψις τὸ
ἐπίπεμψιν· ἢν δέ που μορίωι τινὶ
λυπηρὸν ἐκπλήσσει.
προσμείξωσι, κρατήσαντές τέ τινας ἡμῶν
[2.38.2] ἐπεσέρχεται δὲ διὰ μέγεθος τῆς πάντας αὐχοῦσιν ἀπεῶσθαι καὶ
πόλεως ἐκ πάσης γῆς τὰ πάντα, καὶ νικηθέντες ὑφ' ἁπάντων ἡσσῆσθαι.
ξυμβαίνει ἡμῖν μηδὲν οἰκειοτέραι τῆι
ἀπολαύσει τὰ αὐτοῦ ἀγαθὰ γιγνόμενα
[2.39.4] καίτοι εἰ ῥαιθυμίαι μᾶλλον ἢ
πόνων μελέτηι καὶ μὴ μετὰ νόμων τὸ
[2.40.4] καὶ τὰ ἐς ἀρετὴν ἐνηντιώμεθα
πλέον ἢ τρόπων ἀνδρείας ἐθέλομεν
τοῖς πολλοῖς· οὐ γὰρ πάσχοντες εὖ, ἀλλὰ
κινδυνεύειν, περιγίγνεται ἡμῖν τοῖς τε
δρῶντες κτώμεθα τοὺς φίλους.
μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνειν, καὶ
βεβαιότερος δὲ ὁ δράσας τὴν χάριν ὥστε
ἐς αὐτὰ ἐλθοῦσι μὴ ἀτολμοτέρους τῶν
ὀφειλομένην δι' εὐνοίας ὧι δέδωκε
αἰεὶ μοχθούντων φαίνεσθαι, καὶ ἔν τε
σώιζειν· ὁ δὲ ἀντοφείλων ἀμβλύτερος,
τούτοις τὴν πόλιν ἀξίαν εἶναι
εἰδὼς οὐκ ἐς χάριν, ἀλλ' ἐς ὀφείλημα τὴν
θαυμάζεσθαι καὶ ἔτι ἐν ἄλλοις.
ἀρετὴν ἀποδώσων.

[2.40.1] 'Φιλοκαλοῦμέν τε γὰρ μετ'


[2.40.5] καὶ μόνοι οὐ τοῦ ξυμφέροντος
εὐτελείας καὶ φιλοσοφοῦμεν ἄνευ
μᾶλλον λογισμῶι ἢ τῆς ἐλευθερίας τῶι
μαλακίας· πλούτωι τε ἔργου μᾶλλον
πιστῶι ἀδεῶς τινὰ ὠφελοῦμεν.
καιρῶι ἢ λόγου κόμπωι χρώμεθα, καὶ τὸ
πένεσθαι οὐχ ὁμολογεῖν τινὶ αἰσχρόν,
ἀλλὰ μὴ διαφεύγειν ἔργωι αἴσχιον.
[2.41.1] 'Ξυνελών τε λέγω τήν τε πᾶσαν
πόλιν τῆς Ἑλλάδος παίδευσιν εἶναι καὶ
καθ' ἕκαστον δοκεῖν ἄν μοι τὸν αὐτὸν
[2.40.2] ἔνι τε τοῖς αὐτοῖς οἰκείων ἅμα
ἄνδρα παρ' ἡμῶν ἐπὶ πλεῖστ' ἂν εἴδη καὶ
καὶ πολιτικῶν ἐπιμέλεια, καὶ ἑτέροις
μετὰ χαρίτων μάλιστ' ἂν εὐτραπέλως τὸ
πρὸς ἔργα τετραμμένοις τὰ πολιτικὰ μὴ
σῶμα αὔταρκες παρέχεσθαι.
ἐνδεῶς γνῶναι· μόνοι γὰρ τόν τε μηδὲν
τῶνδε μετέχοντα οὐκ ἀπράγμονα, ἀλλ'
ἀχρεῖον νομίζομεν, καὶ οἱ αὐτοὶ ἤτοι
[2.41.2] καὶ ὡς οὐ λόγων ἐν τῶι παρόντι
κρίνομέν γε ἢ ἐνθυμούμεθα ὀρθῶς τὰ
κόμπος τάδε μᾶλλον ἢ ἔργων ἐστὶν
πράγματα, οὐ τοὺς λόγους τοῖς ἔργοις
ἀλήθεια, αὐτὴ ἡ δύναμις τῆς πόλεως, ἣν
βλάβην ἡγούμενοι, ἀλλὰ μὴ
ἀπὸ τῶνδε τῶν τρόπων ἐκτησάμεθα,
προδιδαχθῆναι μᾶλλον λόγωι πρότερον
σημαίνει.
ἢ ἐπὶ ἃ δεῖ ἔργωι ἐλθεῖν.

[2.41.3] μόνη γὰρ τῶν νῦν ἀκοῆς


[2.40.3] διαφερόντως γὰρ δὴ καὶ τόδε
κρείσσων ἐς πεῖραν ἔρχεται, καὶ μόνη
ἔχομεν ὥστε τολμᾶν τε οἱ αὐτοὶ μάλιστα
οὔτε τῶι πολεμίωι ἐπελθόντι
καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι·
ἀγανάκτησιν ἔχει ὑφ' οἵων κακοπαθεῖ
ὃ τοῖς ἄλλοις ἀμαθία μὲν θράσος,
οὔτε τῶι ὑπηκόωι κατάμεμψιν ὡς οὐχ
λογισμὸς δὲ ὄκνον φέρει. κράτιστοι δ' ἂν
ὑπ' ἀξίων ἄρχεται.
τὴν ψυχὴν δικαίως κριθεῖεν οἱ τά τε
δεινὰ καὶ ἡδέα σαφέστατα γιγνώσκοντες
καὶ διὰ ταῦτα μὴ ἀποτρεπόμενοι ἐκ τῶν
κινδύνων.
[2.41.4] μετὰ μεγάλων δὲ σημείων καὶ οὐ πατρίδος ἀνδραγαθίαν προτίθεσθαι·
δή τοι ἀμάρτυρόν γε τὴν δύναμιν ἀγαθῶι γὰρ κακὸν ἀφανίσαντες κοινῶς
παρασχόμενοι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα μᾶλλον ὠφέλησαν ἢ ἐκ τῶν ἰδίων
θαυμασθησόμεθα, καὶ οὐδὲν ἔβλαψαν.
προσδεόμενοι οὔτε Ὁμήρου ἐπαινέτου
οὔτε ὅστις ἔπεσι μὲν τὸ αὐτίκα τέρψει,
τῶν δ' ἔργων τὴν ὑπόνοιαν ἡ ἀλήθεια [2.42.4] τῶνδε δὲ οὔτε πλούτου τις τὴν
βλάψει, ἀλλὰ πᾶσαν μὲν θάλασσαν καὶ ἔτι ἀπόλαυσιν προτιμήσας ἐμαλακίσθη
γῆν ἐσβατὸν τῆι ἡμετέραι τόλμηι οὔτε πενίας ἐλπίδι, ὡς κἂν ἔτι διαφυγὼν
καταναγκάσαντες γενέσθαι, πανταχοῦ δὲ αὐτὴν πλουτήσειεν, ἀναβολὴν τοῦ
μνημεῖα κακῶν τε κἀγαθῶν ἀίδια δεινοῦ ἐποιήσατο· τὴν δὲ τῶν ἐναντίων
ξυγκατοικίσαντες. τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες
καὶ κινδύνων ἅμα τόνδε κάλλιστον
νομίσαντες ἐβουλήθησαν μετ' αὐτοῦ
[2.41.5] περὶ τοιαύτης οὖν πόλεως οἵδε τοὺς μὲν τιμωρεῖσθαι, τῶν δὲ ἐφίεσθαι,
τε γενναίως δικαιοῦντες μὴ ἀφαιρεθῆναι ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν
αὐτὴν μαχόμενοι ἐτελεύτησαν, καὶ τῶν ἐπιτρέψαντες, ἔργωι δὲ περὶ τοῦ ἤδη
λειπομένων πάντα τινὰ εἰκὸς ἐθέλειν ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες
ὑπὲρ αὐτῆς κάμνειν. πεποιθέναι, καὶ ἐν αὐτῶι τῶι ἀμύνεσθαι
καὶ παθεῖν μᾶλλον ἡγησάμενοι ἢ [τὸ]
ἐνδόντες σώιζεσθαι, τὸ μὲν αἰσχρὸν τοῦ
[2.42.1] 'Δι' ὃ δὴ καὶ ἐμήκυνα τὰ περὶ τῆς λόγου ἔφυγον, τὸ δ' ἔργον τῶι σώματι
πόλεως, διδασκαλίαν τε ποιούμενος μὴ ὑπέμειναν καὶ δι' ἐλαχίστου καιροῦ
περὶ ἴσου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τύχης ἅμα ἀκμῆι τῆς δόξης μᾶλλον ἢ τοῦ
τῶνδε μηδὲν ὑπάρχει ὁμοίως, καὶ τὴν δέους ἀπηλλάγησαν.
εὐλογίαν ἅμα ἐφ' οἷς νῦν λέγω φανερὰν
σημείοις καθιστάς.
[2.43.1] 'Καὶ οἵδε μὲν προσηκόντως τῆι
πόλει τοιοίδε ἐγένοντο· τοὺς δὲ λοιποὺς
[2.42.2] καὶ εἴρηται αὐτῆς τὰ μέγιστα· ἃ χρὴ ἀσφαλεστέραν μὲν εὔχεσθαι,
γὰρ τὴν πόλιν ὕμνησα, αἱ τῶνδε καὶ τῶν ἀτολμοτέραν δὲ μηδὲν ἀξιοῦν τὴν ἐς
τοιῶνδε ἀρεταὶ ἐκόσμησαν, καὶ οὐκ ἂν τοὺς πολεμίους διάνοιαν ἔχειν,
πολλοῖς τῶν Ἑλλήνων ἰσόρροπος ὥσπερ σκοποῦντας μὴ λόγωι μόνωι τὴν
τῶνδε ὁ λόγος τῶν ἔργων φανείη. δοκεῖ ὠφελίαν, ἣν ἄν τις πρὸς οὐδὲν χεῖρον
δέ μοι δηλοῦν ἀνδρὸς ἀρετὴν πρώτη τε αὐτοὺς ὑμᾶς εἰδότας μηκύνοι, λέγων
μηνύουσα καὶ τελευταία βεβαιοῦσα ἡ ὅσα ἐν τῶι τοὺς πολεμίους ἀμύνεσθαι
νῦν τῶνδε καταστροφή. ἀγαθὰ ἔνεστιν, ἀλλὰ μᾶλλον τὴν τῆς
πόλεως δύναμιν καθ' ἡμέραν ἔργωι
θεωμένους καὶ ἐραστὰς γιγνομένους
[2.42.3] καὶ γὰρ τοῖς τἆλλα χείροσι αὐτῆς, καὶ ὅταν ὑμῖν μεγάλη δόξηι εἶναι,
δίκαιον τὴν ἐς τοὺς πολέμους ὑπὲρ τῆς ἐνθυμουμένους ὅτι τολμῶντες καὶ
γιγνώσκοντες τὰ δέοντα καὶ ἐν τοῖς [2.44.1] 'Δι' ὅπερ καὶ τοὺς τῶνδε νῦν
ἔργοις αἰσχυνόμενοι ἄνδρες αὐτὰ τοκέας, ὅσοι πάρεστε, οὐκ ὀλοφύρομαι
ἐκτήσαντο, καὶ ὁπότε καὶ πείραι του μᾶλλον ἢ παραμυθήσομαι. ἐν
σφαλεῖεν, οὐκ οὖν καὶ τὴν πόλιν γε τῆς πολυτρόποις γὰρ ξυμφοραῖς ἐπίστανται
σφετέρας ἀρετῆς ἀξιοῦντες στερίσκειν, τραφέντες· τὸ δ' εὐτυχές, ὃ ἂν τῆς
κάλλιστον δὲ ἔρανον αὐτῆι προϊέμενοι. εὐπρεπεστάτης λάχωσιν, ὥσπερ οἵδε μὲν
νῦν, τελευτῆς, ὑμεῖς δὲ λύπης, καὶ οἷς
ἐνευδαιμονῆσαί τε ὁ βίος ὁμοίως καὶ
[2.43.2] κοινῆι γὰρ τὰ σώματα διδόντες ἐντελευτῆσαι ξυνεμετρήθη.
ἰδίαι τὸν ἀγήρων ἔπαινον ἐλάμβανον καὶ
τὸν τάφον ἐπισημότατον, οὐκ ἐν ὧι
κεῖνται μᾶλλον, ἀλλ' ἐν ὧι ἡ δόξα αὐτῶν [2.44.2] χαλεπὸν μὲν οὖν οἶδα πείθειν
παρὰ τῶι ἐντυχόντι αἰεὶ καὶ λόγου καὶ ὄν, ὧν καὶ πολλάκις ἕξετε ὑπομνήματα
ἔργου καιρῶι αἰείμνηστος καταλείπεται. ἐν ἄλλων εὐτυχίαις, αἷς ποτὲ καὶ αὐτοὶ
[2.43.3] ἀνδρῶν γὰρ ἐπιφανῶν πᾶσα γῆ ἠγάλλεσθε· καὶ λύπη οὐχ ὧν ἄν τις μὴ
τάφος, καὶ οὐ στηλῶν μόνον ἐν τῆι πειρασάμενος ἀγαθῶν στερίσκηται, ἀλλ'
οἰκείαι σημαίνει ἐπιγραφή, ἀλλὰ καὶ ἐν οὗ ἂν ἐθὰς γενόμενος ἀφαιρεθῆι.
τῆι μὴ προσηκούσηι ἄγραφος μνήμη
παρ' ἑκάστωι τῆς γνώμης μᾶλλον ἢ τοῦ
ἔργου ἐνδιαιτᾶται. [2.44.3] καρτερεῖν δὲ χρὴ καὶ ἄλλων
παίδων ἐλπίδι, οἷς ἔτι ἡλικία τέκνωσιν
ποιεῖσθαι· ἰδίαι τε γὰρ τῶν οὐκ ὄντων
[2.43.4] οὓς νῦν ὑμεῖς ζηλώσαντες καὶ τὸ λήθη οἱ ἐπιγιγνόμενοί τισιν ἔσονται, καὶ
εὔδαιμον τὸ ἐλεύθερον, τὸ δ' ἐλεύθερον τῆι πόλει διχόθεν, ἔκ τε τοῦ μὴ
τὸ εὔψυχον κρίναντες μὴ περιορᾶσθε ἐρημοῦσθαι καὶ ἀσφαλείαι, ξυνοίσει· οὐ
τοὺς πολεμικοὺς κινδύνους. γὰρ οἷόν τε ἴσον τι ἢ δίκαιον
βουλεύεσθαι ὃ ἂν μὴ καὶ παῖδας ἐκ τοῦ
ὁμοίου παραβαλλόμενοι κινδυνεύωσιν.
[2.43.5] οὐ γὰρ οἱ κακοπραγοῦντες
δικαιότερον ἀφειδοῖεν ἂν τοῦ βίου, οἷς
ἐλπὶς οὐκ ἔστιν ἀγαθοῦ, ἀλλ' οἷς ἡ [2.44.4] ὅσοι δ' αὖ παρηβήκατε, τόν τε
ἐναντία μεταβολὴ ἐν τῶι ζῆν ἔτι πλέονα κέρδος ὃν ηὐτυχεῖτε βίον
κινδυνεύεται καὶ ἐν οἷς μάλιστα μεγάλα ἡγεῖσθε καὶ τόνδε βραχὺν ἔσεσθαι, καὶ
τὰ διαφέροντα, ἤν τι πταίσωσιν. [2.43.6] τῆι τῶνδε εὐκλείαι κουφίζεσθε. τὸ γὰρ
ἀλγεινοτέρα γὰρ ἀνδρί γε φρόνημα φιλότιμον ἀγήρων μόνον, καὶ οὐκ ἐν τῶι
ἔχοντι ἡ μετὰ τοῦ [ἐν τῶι] μαλακισθῆναι ἀχρείωι τῆς ἡλικίας τὸ κερδαίνειν,
κάκωσις ἢ ὁ μετὰ ῥώμης καὶ κοινῆς ὥσπερ τινές φασι, μᾶλλον τέρπει, ἀλλὰ
ἐλπίδος ἅμα γιγνόμενος ἀναίσθητος τὸ τιμᾶσθαι.
θάνατος.
[2.45.1] παισὶ δ' αὖ ὅσοι τῶνδε πάρεστε
ἢ ἀδελφοῖς ὁρῶ μέγαν τὸν ἀγῶνα (τὸν
γὰρ οὐκ ὄντα ἅπας εἴωθεν ἐπαινεῖν), καὶ
μόλις ἂν καθ' ὑπερβολὴν ἀρετῆς οὐχ
ὁμοῖοι, ἀλλ' ὀλίγωι χείρους κριθεῖτε.
φθόνος γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον,
τὸ δὲ μὴ ἐμποδὼν ἀνανταγωνίστωι
εὐνοίαι τετίμηται.

[2.45.2] εἰ δέ με δεῖ καὶ γυναικείας τι


ἀρετῆς, ὅσαι νῦν ἐν χηρείαι ἔσονται,
μνησθῆναι, βραχείαι παραινέσει ἅπαν
σημανῶ. τῆς τε γὰρ ὑπαρχούσης φύσεως
μὴ χείροσι γενέσθαι ὑμῖν μεγάλη ἡ δόξα
καὶ ἧς ἂν ἐπ' ἐλάχιστον ἀρετῆς πέρι ἢ
ψόγου ἐν τοῖς ἄρσεσι κλέος ἦι.

[2.46.1] 'Εἴρηται καὶ ἐμοὶ λόγωι κατὰ τὸν


νόμον ὅσα εἶχον πρόσφορα, καὶ ἔργωι οἱ
θαπτόμενοι τὰ μὲν ἤδη κεκόσμηνται, τὰ
δὲ αὐτῶν τοὺς παῖδας τὸ ἀπὸ τοῦδε
δημοσίαι ἡ πόλις μέχρι ἥβης θρέψει,
ὠφέλιμον στέφανον τοῖσδέ τε καὶ τοῖς
λειπομένοις τῶν τοιῶνδε ἀγώνων
προτιθεῖσα· ἆθλα γὰρ οἷς κεῖται ἀρετῆς
μέγιστα, τοῖς δὲ καὶ ἄνδρες ἄριστοι
πολιτεύουσιν.

[2.46.2] νῦν δὲ ἀπολοφυράμενοι ὃν


προσήκει ἑκάστωι ἄπιτε.'

[2.47.1] Τοιόσδε μὲν ὁ τάφος ἐγένετο ἐν


τῶι χειμῶνι τούτωι· καὶ διελθόντος
αὐτοῦ πρῶτον ἔτος τοῦ πολέμου τοῦδε
ἐτελεύτα.

You might also like