You are on page 1of 14

Kutlumus 174

л.35v. Ἡ θεία λειτουργία τοῦ ἁγίου


ἀποστόλου Πέτρου

Εὐχὴ τοῦ θυμιάματος˙


Δέσποτα κύριε ὁ θεὸς ἡμῶν· ὁ καταξίωσας ἡμᾶς τοὺς ταπεινοὺς
καὶ ἀναξίους δούλους σου γενέσθαι λειτουργοὺς τοῦ ἁγίου σου
θυσιαστηρίου· σὺ ἐξάλειψον πάντα τὰ παραπτώματα ἡμῶν· καὶ
ἀξίους ἡμᾶς ἀπέργασαι τῆ ἐπιφοιτήσει τοῦ ἁγίου σου πνεύματος·
δοξάζειν καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου· ὅπως εἰσελθόντες
ἐν καθαρᾶ συνειδήσει ἀξιωθῶμεν ἐπιτελέσαι τὴν θείαν σου
λειτουργίαν· καὶ προσφέρειν εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον σου
θυσιαστήριον τὸ παρὸν θυμίαμα εἰς ὀσμὴν εὐωδίας πνευματικῆς˙
σὺ γὰρ εἶ ὁ ἁγιάζων καὶ ἁγιαζόμενος˙ καὶ σοι τὴν δόξαν (36)
ἀναπέμπομεν τῶ πατρὶ καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχη ἣν λέγει ὁ ἱερεὺς εἰς τὴν πρόθεσιν˙
Εὐλόγησον κύριε ὁ θεὸς ἡμῶν τὴν πρόθεσιν ταύτην καὶ παράσχου
τοῖς δούλοις σου καρδίαν καθαρὰν καὶ λογισμὸν ἀνεπαίσχυντον˙
ὅπως ἄξιοι εὑρεθῶμεν προσελθεῖν καὶ προσψαῦσαι τοῦ σου
ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος· καὶ ἀκατακρίτους ἡμᾶς
ποίησον παραστῆναι ἐνώπιόν σου ἐν τῆ ἡμέρα τῆ φοβερᾶ˙
δωρούμενος ἡμῖν δι’ αὐτοῦ ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν τὴν
αἰώνιον˙ ὅτι ἡγίασται καὶ δεδόξασται τὸ πάντιμον καὶ
μεγαλοπρεπὲς ἅγιον ὄνομά σου τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ
ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
εἶτα ποιεῖ ἀπόλυσιν καὶ λέγει
ὁ διάκονος˙ εὐλόγησον δέσποτα.
ὁ ἱερεύς˙(36v.) Εὐλογημένη ἡ βασιλεία τοῦ πατρος καὶ υιοῦ καὶ τοῦ
ἁγίου πνεύματος· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ ἄρχεται ὁ μονογενής ὑιὸς καὶ λόγος τοῦ θεοῦ˙ καὶ ἐξελθὼν
ποιεῖ εἴσοδον.
εὐχὴ τῆς εἰσόδου˙
Εὐεργετὰ τῶν ὅλων καὶ πάσης κτίσεως δημιουργὲ˙ πρόσδεξαι
προσιοῦσαν τὴν ἐκκλησίαν σου καὶ ἑκάστου τὸ συμφέρον
ἐκπλήρωσον˙ καὶ ἄγαγε πάντας εἰς τὴν τελειότητα˙ καὶ ἀξίους
ἀπέργασαι ἡμᾶς τῆς βασιλείας σου διὰ τῆς χάριτος τοῦ ἁγιασμοῦ
σου ἐπισυνάγων ἡμᾶς ἐν τῆ ἁγία σου καθολικῆ καὶ ἀποστολικῆ
ἐκκλησία˙ ἣν περιποιήσω τῷ τιμίῳ σου αἵματι τοῦ μονογενοῦς σου
υἱοῦ˙ μεθ’ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ
ζωοποιῷ σου πνεύματι. · νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.

ὁ διάκονος˙ σοφία ὀρθοί.


ὁ λαός˙ δεῦτε προσκυνήσωμεν. τὸ τροπάριον καὶ ἡ ἐκφώνησις˙(37)
ὁ κυριος μεθ’ ἡμῶν.
ἐκφώ. εὐξώμεθα
Τὸ στόμα ἡμῶν δεόμεθα κύριε ἀγαλλιάσεως πλήρωσον καὶ τῆς
σῆς αἰνέσεως ἐν χαρᾶ διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τοῦ υἱοῦ
σου μεθ’ οὗ ζῆς καὶ βασιλεύεις ὁ θεὸς ἡμῶν εἰς ἑνότητα πνεύματος
ἁγίου αμην :
καὶ λέγει δόξα ἐν ὑψίστοις Θῷ · ἕως ἐκδόξαν θεοῦ πατρός ἡμῶν˙
καὶ ἄρχεται
λέγειν κύριε ἐλέησον κύριε ἐλέησον κύριε ἐλέησον ˙
ὁμοίως καὶ ὁ λαός λέγει γ҃
ὁ κύριος μεθ’ ὑμῶν ˙ εὐξώμεθα.
Παράσχου κύριε τοῖς δούλοις σου τοῖς πιστοῖς δεξιὰν οὐρανίου
βοηθείας ἵνα σε ἐν ὅλη καρδία ἐκζητήσωσι καὶ ἅπερ ἀξίως
αἰτοῦνται κατευοδοθῶσι διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χρηστοῦ τοῦ
υἱοῦ σου μεθ’ου ζης και βασιλευεις ο θεος ημων εις ενοτον
τρισαγιον υμνον αναπεμπομεν τῶ πατρὶ καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω
πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (37v)
ὁ λαός˙ τὸ τρισάγιον.
εὐχὴ τοῦ τρισαγίου˙
Δέσποτα κύριε ὁ θεὸς ὁ παντοκράτωρ ὁ μόνος ἅγιος ὁ ὑπὸ τῶν
οὐρανίων δυνάμεων τὸν τρισάγιον ὕμνον προσδεχόμενος
πρόσδεξαι καὶ ἐκ τῶν στομάτων ἡμῶν τῶν ἁμαρτωλῶν τὸν
τρισάγιον ὕμνον χαριζόμενος ἡμῖν πάντα τὸν χρόνον τῆς ζωῆς
ἡμῶν καὶ τὴν ἡμέραν πᾶσαν ἀναμάρτητον.
ὁ διάκονος˙ πρόσχωμεν.

ὁ ἱερεύς˙ εἰρήνη πᾶσιν.

ὁ ἀπόστολος καὶ τὸ εὐαγγέλιον.

ὁ διάκονος˙ ἐλέησον ἡμᾶς ὁ θεὸς κατὰ τὸ μέγα ἔλεος σου καὶ τὰ


λοιπά.
ὁ ἱερεὺς τὴν εὐχὴν τῆς ἐκτενῆς˙
Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ
τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους
σου· καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα
τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
(38)
ἐκφώ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
εἰρήνη πᾶσι.

ὁ διάκονος˙ τὰς κεφαλάς.

ὁ ἱερεὺς μυστικῶς ˙
Δέσποτα ζωοποιὲ καὶ ἀγαθῶν χορηγέ˙ ὁ δοὺς τοῖς ἀνθρώποις τὴν
μακαρίαν ἐλπίδα τῆς αἰωνίου ζωῆς τὸν κύριον ἡμῶν ἰησοῦν
χριστόν˙ καταξίωσον ἡμᾶς ἀγαθὲ ἐν ἁγιασμῶ καὶ ταύτην σοι τὴν
θείαν ἐπιτελέσαι λειτουργίαν εἰς ἀπόλαυσιν τῆς μελλούσης
μακαριότητος
ἐκφώ. Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι και εις
φως αληθειας οδηγουμενοι σοὶ δόξαν ἀναπέμπωμεν, τῷ πατρὶ καὶ
τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
καὶ μετὰ τὴν εἴσοδον λέγει ὁ διάκονος˙ (38v.)
πληρώσωμεν τὴν δέησιν ἡμῶν τῶ κυρίω ὅτι πλήρης ὁ οὐρανὸς καὶ
ἡ γῆ τῆς ἁγίας δόξης αὐτοῦ.
ὁ λαός˙ κύριε ἐλεησον κύριε ἐλεησον κύριε ἐλεησον .
Ὅτι θεὸς εἰρήνης ἐλέους ἀγάπης οἰκτιρμῶν καὶ φιλανθρωπίας
ὑπάρχεις καὶ ὁ μονογενής σου υἱὸς καὶ τὸ πνεῦμα σου τὸ πανάγιον
νῦν καὶ ἀεὶ καὶ τοὺς αἰῶνας τῶν αἰώνων.
εἰρήνη πᾶσιν.
ὁ διάκονος˙ ἀγαπήσωμεν ἀλλήλους ἐν φιλήματι.
καὶ μετὰ τὸν ἀσπασμὸν λέγει
ὁ διάκονος˙ ἐν σοφία θεοῦ πρόσχωμεν.
ὁ λαός˙
πιστευω εἰς ἕνα θεόν. …
ὁ ἱερεὺς ἐπεύχεται μυστικῶς˙
Θυσίαν κύριε προορισθεῖσαν προσφορὰν ἁγίασον καὶ δι’ αὐτῆς
ἡμᾶς ἀσμένως πρόσδεξαι διὰ τοῦ κυριου ἡμῶν ἰησοῦ χριστοῦ τοῦ
υἱοῦ σου μεθ’ οὗ ζῆς καὶ βασιλεύεις ὁ θεὸς ἡμῶν εἰν ἑνότητα
πνεύματος ἁγίου
ἐκφωνεῖ ˙ εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ κύριος μεθ’ ὑμῶν.


ἄνω σχῶμεν τὰς καρδίας. ...
(39) εὐχαριστίας ἀναπέμψωμεν τῷ κύριω ἡμῶν Ιησοῦ Χριστῷ.

ὁ ἱερεὺς ἐπεύχεται ˙
Ὄντως ἄξιον καὶ δίκαιον ἐστί πρέπον καὶ σωτηριῶδες εἰς ἡμᾶς σοὶ
ἀεὶ καὶ πανταχοῦ εὐχαριστίας ἀναπέμπειν. κύριε ἅγιε. πάτερ
παντοκράτορ˙ αἰώνιε θεέ. διὰ ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν δι’ οὗ
καὶ τὴν δόξαν αἰνοῦσιν ἄγγελοι˙ προσκυνοῦσι κυριότητες˙
τρέμουσιν ἐξουσίαι˙ οὐρανοὶ οὐρανῶν τε δυνάμεις˙ τά τε μακάρια
σεραφὶμ κοινῆ ἀγαλλιάσει λατρεύουσι˙ μεθ’ ὧν καὶ τὰς ἡμετέρας
φωνὰς ὡς ἂν προσδεχθῆναι κελεύσης δεόμεθα ἱκετευτικῆ
ὁμολογία σοι λέγοντες˙

ὁ λαός˙ ἅγιος ἅγιος ἅγιος.

ὁ ἱερεὺς ἐπεύχεται μυστικῶς˙


Σὲ τοίνυν ἐπιεικέστατε πάτερ διὰ ἰησοῦ χριστοῦ τοῦ υἱοῦ σου τοῦ
κυρίου ἡμῶν ἱκετεύοντες παρακαλοῦμεν καὶ δεόμεθα (39v) ἵνα
προσδεκταίαν ἔχης τὴν προσευχὴν ἡμῶν καὶ εὐλογήσης ταῦτα τὰ
δῶρα ἀμήν˙ ταύτην τὴν προσφορὰν ἀμήν˙ ταύτην τὴν ἁγίαν
θυσίαν ἀμήν˙ τὴν ἀμώμητον ἀμήν˙ ἐν πρώτοις ἅπερ σοι
προσφέρομεν ὑπὲρ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς
ἐκκλησίας σου ἣν εἰρήνευσον διαφύλαξαι ἕνωσον κυβέρνησον καὶ
καταξίωσον πάντα τὰ πέρατα τῆς γῆς ἅμα τοῖς δούλοις σου τοῦ
πατριάρχου καὶ τῆς ἡμῶν ταπεινώσεως καὶ ἀναξιότητος.
Ἐν πρώτοις μνήσθητι κύριε τοῦ ἐπισκόπου ἡμῶν τοῦ δεῖνος ὃν
χάρισαι ταῖς ἁγίαις σου ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ
μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Καὶ κλίνας
ὁ ἱερεὺς ἐπεύχεται
Μνήσθητι κύριε τῶν δούλων σου καὶ τῶν δου (40) λίδων σου καὶ
πάντων τῶν κύκλω παρισταμένων σοι ὧν σοι ἡ πίστις δήλη ἐστί
καὶ φανερὰ ἡ πρόθεσις˙ οἵτινες σοι προσφέρουσι ταύτην τῆς
αἰνέσεως τὴν θυσίαν ὑπὲρ ἑαυτῶν καὶ τῶν ἰδίων ἁπάντων˙ ὑπὲρ
ἀναρρήσεως τῶν ψυχῶν αὐτῶν˙ ὑπὲρ ἐλπίδος σωτηρίας καὶ
ῥώσεως αὐτῶν. ἡ ζωὴ καὶ ἡ ἀνάστασις αὐτῶν˙ σοὶ ἀποδίδωμι τὰς
εὐχὰς αὐτῶν τῶ αἰωνίως θεῶ ζῶντι
Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου
δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Ἐν πρώτοις τῆς ἁγίας ἐνδόξου καὶ ἀειπαρθένου μαρίας γεννητρίας
τοῦ θεοῦ καὶ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ˙ ἀλλὰ μὴν καὶ τῶν
μακαρίων ἀποστόλων καὶ μαρτύρων σου Πέτρου˙ Παύλου˙
Ἀνδρέου˙ Ἰακώβου˙ Φιλίππου˙ Βαρθολομαίου˙ (40v) Ματθαίου˙
Σίμωνος˙ Ἰούδα˙ Θαδδαίου˙ Ματθία˙ Θωμᾶ˙ Μάρκου˙ Λουκᾶ˙
Λίνου˙ Κλίτου˙ Κλήμεντος˙ ξύστου˙ Λαυρεντίου˙ χρυσογόνου˙
Ἰωάννου˙ Παύλου˙ Κορνηλίου˙ Κυπριανοῦ˙ Κοσμᾶ καὶ Δαμιανοῦ˙
Ἱλαρίωνος˙ Μαρτίνου˙ Ἱερωνύμου˙ Ἀμβροσίου˙ Γρηγορίου˙
Βενεδίκτου˙ Ἀντωνίου˙ Νικολάου˙ βασιλείου˙ καὶ πάντων τῶν
ἁγίων σου˙ ὧντινων ταῖς πρεσβείαις καὶ ταῖς ἱκεσίαις παράσχου
ἡμῖν ἵνα ἐν πάση τῆ σκέπη σου φρουρώμεθα καὶ τῆ βοηθεία τῆ σῆ
διὰ ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν.
ταύτην τοίνυν τὴν προσφορὰν τῆς δουλείας ἡμῶν καὶ παντὸς τοῦ
λαοῦ σου δεόμεθα κύριε ἀσμένως πρόσδεξαι˙ τάς τε ἡμέρας ἡμῶν
ἐν εἰρήνη διοίκησον˙ καὶ ἀπὸ τῆς μελλούσης τῆς αἰωνίου
κατακρίσεως ἡμᾶς λύτρωσαι˙ καὶ εἰς τὴν
(41) τῶν ἐκλεκτῶν σου κέλευσον ἀγέλην συναριθμηθῆναι διὰ
ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν.
ἣν προσφοράν σοι ὁ θεὸς ἐν πάση δεόμεθα τῆ σκέπη σου
εὐλογημένην˙ ἀπερίγραπτον˙ ἐράσμιον˙ εὐαπολόγητον
προσδεκταίαν ποιῆσαι καταξιώσεις ἵνα ἡμῖν σῶμα καὶ αἷμα
γένηται τοῦ ἀγαπητοῦ σου υἱοῦ καὶ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ˙
καὶ λαβὼν ὁ ἱερεὺς τὸν ἄρτον λέγει μυστικῶς αἴρων τὴν
ἀναφοράν˙
Ὅστις πρὸ μίας ἡμέρας τοῦ παθεῖν αὐτὸν λαβῶν ἄρτον εἰς τὰς
ἁγίας αὐτοῦ χεῖρας καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐν τῶ
οὐρανῶ πρὸς σὲ τὸν θεὸν καὶ πατέρα αὐτοῦ τῶ παντοδυνάμω σοὶ
εὐχαριστῶν εὐλόγησεν˙ ἔκλασεν˙ ἔδωκε τοῖς ἁγίοις αὐτοῦ
μαθηταῖς καὶ ἀποστόλοις εἰπών˙
ἐκφώ. λάβετε φάγετε ἐξ αὐτοῦ τοῦτο γαρ ἐστι (41v) τὸ σώμα μου
τὸ τῆς καινῆς διαθήκης τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν
ἁμαρτιῶν.
μυστικῶς Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λαβὼν ἐν
ταῖς ἁγίαις καὶ ἀχράντοις χερσὶν αὐτοῦ πάλιν σοὶ εὐχαριστῶν
εὐλόγησε καὶ ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς λέγων˙
ἐκφώ Πίετε ἐξ αὐτοῦ πάντες˙ τοῦτο γὰρ ἐστι τὸ ποτήριον τὸ αἷμα
μου τὸ τῆς νέας διαθήκης˙ μυστηρίων καὶ αἰωνίου πίστεως˙ ἥτις
ὑπὲρ ἡμῶν καὶ ὑπὲρ πολλῶν ἐκχέεται εἰς ἄφεσιν ἁμαρτιῶν.
καὶ πάλιν καλύπτει τὰ ἅγια καὶ λέγει μυστικῶς ὁ ἱερεύς˙
Ταῦτα ὁσάκις ἐὰν ποιῆτε ἐν τῆ ἐμῆ ἀναμνήσει ποιεῖτε˙ ὅθεν καὶ
μνημονεύοντες κύριε ἡμεῖς οἱ δοῦλοι σου ἀλλὰ καὶ ὁ λαὸς ὁ ἅγιος
τοῦ χριστοῦ σου κυρίου δὲ ἡμῶν καὶ θεοῦ καὶ τοῦ μακαρίου
πάθους ἀλλὰ μὴν καὶ (42) τῆς ἐκ τοῦ ἅδου ἐγέρσεως καὶ τῆς εἰς
οὐρανοὺς ἐνδόξου ἀναβάσεως
ἐκφώ. Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ
πάντα.
ὁ ἱερεὺς ἐπεύχεται
Τὰ σὰ ἐκ τῶν σῶν προσφέρομεν τῆ μία θεότοτί σου ἐκ τῶν σῶν
δωρεῶν˙ θυσίαν καθαράν˙ ἄρτον ἅγιον ζωῆς αἰωνίου˙ καὶ
ποτήριον σωτηρίας ἀεννάου˙ ὑπὲρ ὧν ἱλέω καὶ εὐιλάτω προσώπω
ἐπισκέψασθαι καταξιώσεις καὶ προσδεκταίαν ἔχεις˙ καθάπερ
κατηξίωσας τὰ δῶρα τοῦ παιδός σου τοῦ δικαίου ἄβελ˙ καὶ τὴν
θυσίαν τοῦ πατριάρχου ἀβραάμ˙ καὶ ὥσπερ σοι προσήγαγεν ὁ
πρῶτος ἱερεύς σου μελχισεδέκ ἁγίαν θυσίαν ἄμωμον προσφοράν.
ἱκετεύοντες δεόμεθα παντοδύναμε θεέ˙ (42v)
καὶ ἀσπάζεται τὴν ἁγίαν τράπεζαν καὶ λέγει μυστικῶς τὴν εὐχὴν
ταύτην˙

Κέλευσον κύριε ταῦτα διακονηθεῖναι διὰ χειρὸς τοῦ ἁγίου ἀγγέλου


σου εἰς τὸ ὑψηλὸν θυσιαστήριον ἐνώπιον τοῦ θείου προσώπου σου˙
ἵνα οἵανδήποτε ἐκ τοῦ θυσιαστηρίου τούτου μερίδα ἁγίαν τοῦ
ἁγίου σώματος τοῦ υἱοῦ σου καὶ αἵματος ληψόμεθα πάσης
εὐλογίας ἐπουρανίου καὶ χάριτος ἐμπλησθῶμεν διὰ τοῦ κυρίου
ἡμῶν ἰησοῦ χριστοῦ.
καὶ κλίνας τὴν κεφαλὴν λέγει μυστικῶς˙
Ἡμῖν οὖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου τοῖς εἰς τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου ἐλπίζουσι μέρος τῆς
κοινότητος χαρίσασθαι καταξίωσον μετὰ τῶν σῶν ἁγίων
ἀποστόλων καὶ μαρτύρων˙ μετὰ ἰωάννου τοῦ ἐνδόξου προφήτου
προδρόμου καὶ βαπτιστοῦ˙ στεφάνου˙ ματθία˙ (43) βαρνάβα˙
ἰγνατίου˙ ἀλεξάνδρου˙ μαρκελλίνου˙ πέτρου˙ καὶ τῶν ἁγίων
τεσσαράκοντα˙ περπετούας˙ ἀγάθης˙ θέκλης˙ παρασκεύης˙
λουκίας˙ ἁγνῆς˙ κυκιλίας˙ ἀναστασίας˙ βαρβάρας˙ ἰουλιανῆς˙
αἱκατερίνης˙ εὐγενίας˙ εὐπραξίας˙ καὶ πάντων τῶν ἁγίων σου˙
μεθ’ ὧν καὶ ἡμῶν τὴν μερίδα μη ἐπισκέπτων τὰς πράξεις ἀλλὰ
σύνταξον τῶ κλήρω τῶν ἁγίων σου καὶ ἀφέσεως ἁμαρτιῶν
καταξίωσον διὰ ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν.
καὶ πάλιν αἴρει τὴν ἀναφορὰν καὶ λαβὼν τὸν ἄρτον σφραγίζει μετ’
αὐτοῦ ἐκ τρίτου τὸ ἅγιον ποτήριον μυστικῶς ἐπιλέγων˙
δι’ οὗτινος ταῦτα πάντα κύριε ἀεὶ καλὰ χορηγεῖς ἁγιοποιεῖς ἀμήν˙
ζωοποιεῖς ἀμήν˙ εὐλογεῖς ἀμήν˙
καὶ λαβὼν τὸ ἅγιον ποτήριον σφραγίζων ἐπάνω τοῦ δίσκου λέγει
μυστικῶς˙
Καὶ παρέχεις ἡμῖν δι’ αὐτοῦ καὶ μετ’ αὐτοῦ (43v) καὶ ἐν αὐτῶ ἐστι
σοὶ τῶ θεῶ καὶ πατρὶ παντοδυνάμω ἅμα τῶ πνεύματι τῶ ἁγίω
πᾶσα τιμή.
ἐκφώ˙ Εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων.
Ἐκ τῆς θείας διδασκαλίας διδαχθέντες καὶ ἐκ τῶν σωτηριωδῶν
ὑπομνημάτων παιδευθέντες τολμῶμεν λέγειν πάτερ ἡμῶν ὁ ἐν
τοῖς οὐρανοῖς.
ὁ λαός˙ ἀλλὰ ῥῦσαι ἡμας ἀπὸ τοῦ.
ἐκφώ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ
πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ αγιου πνεύματος νῦν καὶ αει.
εἰρήνη πᾶσιν.
ὁ διάκονος˙ τὰς κεφαλὰς ὑμῶν τῷ κυρίῳ κλίνωμεν.
ὁ ἱερεύς ἐπεύχεται
Ῥῦσαι ἡμᾶς δεόμεθα κύριε ἀπὸ παντὸς κακοῦ προσόντος
ἐνεστῶτος καὶ μέλλοντος πρεσβείαις τῆς ἁγίας θεοτόκου καὶ
ἀειπαρθένου μαρίας τῶν μακαρίων καὶ ἐνδόξων ἀποστόλων καὶ
πάντων σου τῶν ἁγίων˙ παράσχου φιλάνθρωπε εἰρήνην ταῖς
καρδίαις ἡμῶν˙ ἵνα ἐν τῆ σκέπη τοῦ ἐλέους σου βοηθού (44)μενοι
ἐκ τῶν ἡμετέρων ῥυσθῶμεν ἁμαρτιῶν καὶ ἐκ παντὸς θορύβου
εὑρεθῶμεν ἀμέριμνοι διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τοῦ υἱοῦ
σου μεθ’ οὗ ζῆς καὶ βασιλεύεις ὁ θεὸς ἡμῶν εἰς ἑνότητα πνεύματος
ἁγίου.
ἐκφώ. Εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων.
Πρόσχες κύριε ἰησοῦ χριστὲ ὁ θεὸς ἡμῶν ἐξ ἁγίου κατοικητηρίου
σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ
ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν
ἀοράτως συνὼν καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι
ἡμῖν τοῦ ἀχράντου σώματός σου καὶ τοῦ τιμίου αἵματος, καὶ δι᾿
ἡμῶν παντὶ τῷ λαῷ.
ὁ διάκονος˙ πρόσχωμεν.

ὁ ἱερεὺς ὑψοῖ τὸν ἄρτον λέγων˙ Τὰ ἅγια τοῖς ἁγίοις. ...

ὁ λαός˙ εἷς πατὴρ ἅγιος˙ εἷς υἱὸς ἅγιος˙ ἓν πνεῦμα ἅγιον˙ εἰς
ἑνότητα˙ αμήν.
ἐκφώ ˙ Ἡ εἰρήνη τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ πάντοτε μεθ’
ἡμῶν. ὁ διάκονος τὸ κοινωνικόν˙ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ (44v) αἴρων
τὴν ἁμαρτίαν τοῦ κόσμου.
εὐχή πρὸ τῆς μεταλήψεως
Μεμολυσμένη ψυχῆ καὶ ῥυπαροῖς χείλεσι καὶ χερσὶν αἰσχραῖς καὶ
πηλίνη γλώττη ὅλος ὑπάρχων ἁμαρτωλὸς καὶ ταπεινὸς καὶ
ἀμετανόητος φιλάνθρωπε σωτήρ τῶν ἀπεγνωσμένων λιμήν τε
κινδυνευόντων σὲ ἱκετεύω˙ ὁ καλῶν ἁμαρτωλοὺς εἰς μετάνοιαν
κύριε ὁ θεὸς ἄνες ἄφες συγχώρησόν μοι τῶ ἁμαρτωλῶ τὰ
παραπτώματά μου τὰ ἑκούσιά τε καὶ ἀκούσια˙ εἴτε ἐν λόγω˙ εἴτε
ἐν ἔργω˙ εἴτε ἐν γνώσει˙ εἴτε ἐν ἀγνοία˙ εἴτε ἐν θυμήσει ἔπραξα
πάντα μοι συγχώρησον ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ
μακρόθυμος καὶ πολυέλεος ταῖς πρεσβείαις τῆς ἁγίας θεοτόκου
καὶ ἀειπαρθένου μαρίας ἀκατακρίτως ἀξίωσόν με δέξασθαι τὴν
ἁγίαν καὶ ἄχραντόν σου δωρεὰν εἰς (45) ἄφεσιν ἁμαρτιῶν καὶ εἰς
ζωὴν αἰώνιον˙ εἰς συγχώρησιν τῶν πονηρῶν μου πταισμάτων καὶ
εἰς φωτισμὸν τῶν ἐντολῶν σου˙
ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις τῶ πατρὶ καὶ τῶ
υἱῶ καὶ τοῦ αγιου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοῦ αἰωνας τῶν
αἰώνων.
καὶ λαβὼν ὁ ἱερεὺς τὸν ἄρτον τῆς μεταλήψεως λέγει μυστικῶς˙
Μὴ ἡμῖν δέσποτα τὰ ἅγια ταῦτα εἰς κρίμα γενέσθω ἀλλ’ εἰς
ἐξάληψιν ἁμαρτιῶν
καὶ εἰς κάθαρσιν ψυχῆς καὶ σώματος.
ὁμοίως λαβὼν τὸ ποτήριον τῆς μεταλήψεως λέγει μυστικῶς˙
Τὸ σῶμα σου τὸ ἅγιον κύριε γένοιτό μοι εἰς ζωὴν καὶ τὸ αἷμα σου
τὸ τίμιον τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν˙ καὶ ἐν τῆ δικαία σου κρίσει
ἀξίωσόν με στῆναι ἐκ δεξιῶν σου˙ καὶ γένοιτό μοι αὕτη ἡ
εὐχαριστία εἰς χαρὰν καὶ εἰς ἴασιν τῆς ψυχῆς μου.
ἐκφώ. ὁ ἱερεὺς λέγει˙ μετὰ φόβου θεοῦ καὶ πίστεως (45v)
προσέλθετε
ὁ διάκονος˙ ὁ κύριος μεθ’ ὑμῶν˙ εὐξώμεθα.
εἶτα ὁ ἱερεὺς μυστικῶς˙
Αὕτη ἡμᾶς δεόμεθα κύριε ἡ κοινωνία καθαρίσαι ἀπὸ παντὸς
μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ οὐρανίων ἀγαθῶν ποήσοι
εἶναι μετόχους διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τοῦ υἱοῦ σου
μεθ’ οὗ ζῆς καὶ βασιλεύεις ὁ θεὸς ἡμῶν εἰς ἑνότητα πνεύματος
ἁγίου εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ ἱερεύς˙ ὁ κύριος μεθ’ ὑμῶν.

ὁ διάκονος˙ Ἐν εἰρήνη προέλθωμεν. τοῦ κυρίου δεηθῶμεν.

ὁ ἱερεὺς τὴν ὀπισθάμβωνον εὐχήν˙

Δέσποτα κύριε ὁ θεὸς ὁ παντοκράτορ˙ ὁ μὴ χωριζόμενος τῶν σῶν


δούλων˙ ὁ μὴ παραβλέπων ψυχὰς τὰς σοῦ δεομένας ἀνάπαυσον
τὰς ψυχὰς τῶν δούλων σου πάντων τῶν χριστιανῶν τῶν
ὀρθοδόξων ἐν παραδείσου τρυφῆς ἐν χώρα εὐσεβῶν˙ ὑπερβὰς τὰ
ἑαυτῶν ἁμαρτήματα τὰ ἐν γνώσει τὰ ἐν ἀγνοία˙(46) ἐκείνους μὲν
ἐν τῆ προλαβούση τρυφῆ καταξίωσον˙ ἡμᾶς δὲ μετὰ χαρᾶς
συνάγαγε καὶ ἐν ἀφέσει ἁμαρτιῶν διατήρησον πρεσβείαις τῆς
παναχράντου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου μαρίας˙
τῶν ἁγίων καὶ ἐπουρανίων δυνάμεων˙ τοῦ ἁγίου ἰωάννου
προφήτου προδρόμου καὶ βαπτιστοῦ˙ τῶν ἁγίων καὶ ἐνδόξων
ἀποστόλων˙ καὶ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος σοι
εὐαρεστησάντων˙
ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν τῶ πατρὶ καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
εὐχὴ τῆς ἀπολύσεως˙
Εὐλογητὸς κύριος ὁ θεὸς ἡμῶν δι’ οὗ τὸ ἄχραντον αὐτοῦ σῶμα καὶ
τὸ τίμιον αἷμα μεταλαβεῖν ἠξιώθημεν˙ (46v) αὐτὸς εὐλογήσαι καὶ
διαφυλάξαι πάντας ἡμᾶς καὶ τοὺς προλαβόντας ἐξ ἡμῶν
ἀναπαύσαι ἐν κόλποις ἀβραάμ καὶ ἰσαὰκ καὶ ἰακὼβ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ λαός˙ εὐλογήσω τὸν κύριον.
ὁ ἱερεύς˙ εὐλογία κυρίου ἐφ’ ὑμᾶς παντοτε νυν και αει και εις τοὺς
αἰῶνας τῶν αἰώνων.
ἑτέρα εὐχὴ ὀπισθάμβωνος λεγομένη τῇ μεγάλῃ τεσσαρακοστῇ
Θεὲ παντέφορε και καρδιογνῶστα οἱ διὰ τῆς μεταλήψεως τῶν
θείων ἀχράντων ἀθανάτων καὶ ζωοποιῶν σου μυστηρίων τῆς σῆς
θείας κοινωνοὶ γεγονότες φύσεως παρακαλοῦμεν σε μὴ
ἀποστραφῆς˙ μὴ ἀπώση˙ μὴ ἐγκαταλίπης˙ ἀλλ’ ἐν πᾶσι τὸ
ἀνεπιδεὲς ἡμῖν πάρασχε˙ ἐν νόσοις ἰώμενος˙ ἐν πειρασμοῖς
ἐξαιρούμενος˙(47) ἐν θλίψεσι παραμυθούμενος˙ ἐν ἀρεταῖς καὶ
ὑπομονῆ συναγωνιζόμενος˙ ἐν χαρίσμασι δαψιλούμενος˙ ἐν πᾶσι
τὰ προσφερόμενα παρέχων ἐν τῶ παρόντι βίω˙ τούς τε σὺν ἐμοὶ
καὶ πάντα τὸν λαόν σου καταξίωσον τῆς ἀθανάτου καὶ
ἐπουρανίου βασιλείας˙ σὺ γὰρ εἶ ὁ δωτὴρ τῶν ἀγαθῶν καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν τῶ πατρὶ καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Ἑτέρα εὐχὴ ὀπισθάμβωνος λεγομένη τὰς κυριακὰς τῆς
μεγάλης τεσσαρακοστῆς
Κυριε ὁ θεὸς ἡμῶν εὔσπλαγχνη καὶ πολυέλεε ὁ διὰ τῆς ἁγίας σου
νηστείας ὁδὸν σωτηρίας ἡμῖν ὑποδείξας ὁ τὴν μετάνοιαν καὶ τὴν
ταπεινοφροσύνην ὡς θυμίαμα δεχόμενος ˙ ὁ διὰ νηστείας καὶ
μετανοίας τὴν κατὰ τῶν Νινευιτῶν απόφασιν ἀναβαλλόμενος καὶ
τούτους νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ μετανοίας καὶ φιλανθρωπίας
ζωοποιήσας ὁ χαρὰν οὐρανοῖς ἐργαζόμενος ἐπὶ ἐνὶ μετανοιοῦντι˙
ὁ ἐλεήμον καὶ τοὺς ἐλεήμονας ἐλεῶν˙(47v) ὁ οἰκτείρρων καθὼς
οἰκτείρει πατὴρ υἱοὺς˙ διὰ νηστείας καὶ προσευχῆς στόματα
λεόντων ἐν λάκκῳ ἐχαλίνωσας˙ διὰ νηστείας καὶ προσεδρείας τὸ
πρόσωπον Μωῦσεως ἐδόξασας διὰ νηστείας καὶ παρθενείας
ἅρματι πυρίνῳ Ἠλίαν ἀνέβαλες˙ διὰ νηστείας καὶ ματανοίας τὸν
τελώνην ἐδικαίωσας˙ διὰ νηστείας καὶ δακρύων τὴν πόρνην
ἐκαθάρισας˙ ἔλεον γὰρ κατακαυχᾶται κρίσεως˙αυτὸς καὶ νῦν
δέσποτα ἴασαι τὰ συντρίμματα τῶν καρδιῶν ἡμῶν˙ καὶ ρῦσαι ἀπὸ
τῆς φοβερᾶς καὶ ἀνεξιχνιάστον καὶ φρικτῆς ἡμέρας τῆς κρίσεως˙
καὶ ἐλεησον τοὺς δούλους σου καὶ μνημόνευσον ὡς ἀγαθὸς καὶ
φιλάνθρωπος τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Χριστῷ διακονίας
καὶ παντὸς ἱερατικοῦ τάγματος καὶ τῶν τοῦ φιλοχρίστων ἡμῶν
βασιλέων καὶ τοῦ πιστοτάτου λαοῦ˙μόνος γὰρ εἶ ἀγαθὸς καὶ
εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.

You might also like