Professional Documents
Culture Documents
Diehl)
(Fragmenta, ed. D.L. Page, Poetae melici Graeci. Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn.
corr.)): 450-470.)
ΚΑΛΛΙΝΟΣ
(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 47-49.)
ΤΥΡΤΑΙΟΣ
(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 150-163.)
ΜΙΜΝΕΡΜΟΣ
ΘΕΟΓΝΙΣ
(Elegiae, ed. D. Young (post E. Diehl), Theognis, 2nd edn. Leipzig: Teubner, 1971: 1-83.)
ΑΡΧΙΛΟΧΟΣ
(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 1. Oxford: Clarendon Press, 1971)
ΣΗΜΟΝΙΔΗΣ
(Simonides Lyr.)
(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 112-117.)
(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 97-109, 111-
112.)
(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 97-109, 111-
112.)
ΑΛΚΑΙΟΣ
(Fragmenta, ed. E. Lobel and D.L. Page, Poetarum Lesbiorum fragmenta. Oxford: Clarendon Press, 1955
(repr. 1968 (1st edn. corr.)):
(39. Diehl)
Νῦν χρῆ μεθύσθην καί τινα πὲρ βίαν
πώνην, ἐπεὶ δὴ κάτθανε Μύρσιλος,...
(90. Diehl)
ει μὲν ὀ Ζεῦς, ἐκ δ' ὀράνω μέγας
χείμων, πεπάγαισιν δ' ὐδάτων ῤόαι ...
< ἔνθεν >
< >
κάββαλλε τὸν χείμων', ἐπὶ μὲν τίθεις
πῦρ ἐν δὲ κέρναις οἶνον ἀφειδέως
μέλιχρον, αὐτὰρ ἀμφὶ κόρσαι
μόλθακον ἀμφι< > γνόφαλλον
(97. Diehl)
Μηδ'ἒν ἄλλο φυτεύσηις πρότερον δένδριον ἀμπέλω
(96. Diehl)
Πώνωμεν· τί τὰ λύχν' ὀμμένομεν; δάκτυλος ἀμέρα·
κὰδ †δ' ἄερρε κυλίχναις μεγάλαις †αιταποικιλλις†·
οἶνον γὰρ Σεμέλας καὶ Δίος υἶος λαθικάδεον
ἀνθρώποισιν ἔδωκ'. ἔγχεε κέρναις ἔνα καὶ δύο
πλήαις κὰκ κεφάλας, <ἀ> δ' ἀτέρα τὰν ἀτέραν κύλιξ
ὠθήτω
ΣΑΠΦΩ
(2. Diehl)
Φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν' ὤνηρ, ὄττις ἐνάντιός τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει
5 καὶ γελαίσας ἰμέροεν, τό μ' ἦ μὰν
καρδίαν ἐν στήθεσιν ἐπτόαισεν,
ὠς γὰρ ἔς σ' ἴδω βρόχε' ὤς με φώναι-
σ' οὐδ' ἒν ἔτ' εἴκει,
ἀλλ' ἄκαν μὲν γλῶσσα †ἔαγε λέπτον
10 δ' αὔτικα χρῶι πῦρ ὐπαδεδρόμηκεν,
ὀππάτεσσι δ' οὐδ' ἒν ὄρημμ', ἐπιρρόμ-
βεισι δ' ἄκουαι,
†έκαδε μ' ἴδρως ψῦχρος κακχέεται† τρόμος δὲ
παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
15 ἔμμι, τεθνάκην δ' ὀλίγω 'πιδεύης
φαίνομ' ἔμ' αὔται·
(4. Diehl)
Ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν
ἂψ ἀπυκρύπτοισι φάεννον εἶδος,
ὄπποτα πλήθοισα μάλιστα λάμπηι
γᾶν (?π? παῖσαν) ...
(58. Diehl)
Κατθάνοισα δὲ κείσηι οὐδέ ποτα μναμοσύνα σέθεν
ἔσσετ' οὐδὲ †ποκ'†ὔστερον· οὐ γὰρ πεδέχηις βρόδων
τὼν ἐκ Πιερίας· ἀλλ' ἀφάνης κἀν Ἀίδα δόμωι
φοιτάσηις πεδ' ἀμαύρων νεκύων ἐκπεποταμένα.
(11. Diehl)
Οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρωι ἐπ' ὔσδωι,
ἄκρον ἐπ' ἀκροτάτωι, λελάθοντο δὲ μαλοδρόπηες,
οὐ μὰν ἐκλελάθοντ', ἀλλ' οὐκ ἐδύναντ' ἐπίκεσθαι
(152. Diehl)
Ἔστι μοι κάλα πάις χρυσίοισιν ἀνθέμοισιν
ἐμφέρην ἔχοισα μόρφαν Κλέις ἀγαπάτα,
ἀντὶ τᾶς ἔγωὐδὲ Λυδίαν παῖσαν οὐδ' ἐράνναν ...
ΑΝΑΚΡΕΩΝ
(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 30-34.)
(5. Diehl)
Σφαίρηι δηὖτέ με πορφυρῆι
βάλλων χρυσοκόμης Ἔρως
νήνι ποικιλοσαμβάλωι
συμπαίζειν προκαλεῖται·
ἡ δ', ἐστὶν γὰρ ἀπ' εὐκτίτου
Λέσβου, τὴν μὲν ἐμὴν κόμην,
λευκὴ γάρ, καταμέμφεται,
πρὸς δ' ἄλλην τινὰ χάσκει.
(44. Diehl)
Πολιοὶ μὲν ἡμὶν ἤδη
κρόταφοι κάρη τε λευκόν,
χαρίεσσα δ' οὐκέτ' ἥβη
πάρα, γηραλέοι δ' ὀδόντες,
5 γλυκεροῦ δ' οὐκέτι πολλὸς
βιότου χρόνος λέλειπται·
διὰ ταῦτ' ἀνασταλύζω
θαμὰ Τάρταρον δεδοικώς·
Ἀίδεω γάρ ἐστι δεινὸς
10 μυχός, ἀργαλῆ δ' ἐς αὐτὸν
κάτοδος· καὶ γὰρ ἑτοῖμον
καταβάντι μὴ ἀναβῆναι.
(27. Diehl)
Φέρ' ὕδωρ φέρ' οἶνον ὦ παῖ φέρε <δ'> ἀνθεμόεντας ἡμὶν
στεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω.
(43. Diehl)
Ἄγε δὴ φέρ' ἡμὶν ὦ παῖ
κελέβην, ὅκως ἄμυστιν
προπίω, τὰ μὲν δέκ' ἐγχέας
ὕδατος, τὰ πέντε δ' οἴνου
5 κυάθους ὡς ἂν †ὑβριστιῶς†
ἀνὰ δηὖτε βασσαρήσω.
Ἄγε δηὖτε μηκέτ' οὕτω
πατάγωι τε κἀλαλητῶι
Σκυθικὴν πόσιν παρ' οἴνωι
10 μελετῶμεν, ἀλλὰ καλοῖς
ὑποπίνοντες ἐν ὕμνοις.
(88. Diehl)
Πῶλε Θρηικίη, τί δή με
λοξὸν ὄμμασι βλέπουσα
νηλέως φεύγεις, δοκεῖς δέ
μ' οὐδὲν εἰδέναι σοφόν;
5 ἴσθι τοι, καλῶς μὲν ἄν τοι
τὸν χαλινὸν ἐμβάλοιμι,
ἡνίας δ' ἔχων στρέφοιμί
σ' ἀμφὶ τέρματα δρόμου·
νῦν δὲ λειμῶνάς τε βόσκεαι
10 κοῦφά τε σκιρτῶσα παίζεις,
δεξιὸν γὰρ ἱπποπείρην
οὐκ ἔχεις ἐπεμβάτην.
ANACREONTEA
(Anacreontea, ed. M.L. West, Carmina Anacreontea. Leipzig: Teubner, 1984: 1-49.)
ΕΙΣ ΕΑΥΓΤΟΝ
Λέγουσιν αἱ γυναῖκες·
‘Ἀνάκρεον, γέρων εἶ·
λαβὼν ἔσοπτρον ἄθρει
κόμας μὲν οὐκέτ' οὔσας,
5 ψιλὸν δέ σευ μέτωπον.’
ἐγὼ δὲ τὰς κόμας μέν,
εἴτ' εἰσὶν εἴτ' ἀπῆλθον,
οὐκ οἶδα· τοῦτο δ' οἶδα,
ὡς τῶι γέροντι μᾶλλον
10 πρέπει τὸ τερπνὰ παίζειν,
ὅσωι πέλας τὰ Μοίρης.
ΕΙΣ ΤΕΤΤΙΓΑ
Μακαρίζομέν σε, τέττιξ,
ὅτε δενδρέων ἐπ' ἄκρων
ὀλίγην δρόσον πεπωκώς
βασιλεὺς ὅπως ἀείδεις.
5 σὰ γάρ ἐστι κεῖνα πάντα,
ὁπόσα βλέπεις ἐν ἀγροῖς
†κοπόσα† φέρουσιν ὗλαι.
σὺ δὲ φείδεαι γεωργῶν,
ἀπὸ μηδενός τι βλάπτων·
10 σὺ δὲ τίμιος βροτοῖσιν,
θέρεος γλυκὺς προφήτης.
φιλέουσι μέν σε Μοῦσαι,
φιλέει δὲ Φοῖβος αὐτός,
λιγυρὴν δ' ἔδωκεν οἴμην·
15 τὸ δὲ γῆρας οὔ σε τείρει.
σοφέ, γηγενής, φίλυμνε,
ἀπαθής, ἀναιμόσαρκε·
σχεδὸν εἶ θεοῖς ὅμοιος.
ΕΙΣ ΕΡΩΤΑ
Ἔρως ποτ' ἐν ῥόδοισι
κοιμωμένην μέλιτταν
οὐκ εἶδεν, ἀλλ' ἐτρώθη.
τὸν δάκτυλον παταχθείς
5 τᾶς χειρὸς ὠλόλυξε,
δραμὼν δὲ καὶ πετασθείς
πρὸς τὴν καλὴν Κυθήρην
‘ὄλωλα, μῆτερ,’ εἶπεν,
‘ὄλωλα κἀποθνήσκω·
10 ὄφις μ' ἔτυψε μικρός
πτερωτός, ὃν καλοῦσιν
μέλιτταν οἱ γεωργοί.’
ἃ δ' εἶπεν· ‘εἰ τὸ κέντρον
πονεῖς τὸ τᾶς μελίττας,
15 πόσον δοκεῖς πονοῦσιν,
Ἔρως, ὅσους σὺ βάλλεις;’
ΕΙΣ ΚΙΘΑΡΑΝ
Θέλω λέγειν Ἀτρείδας,
θέλω δὲ Κάδμον ἄιδειν,
ὁ βάρβιτος δὲ χορδαῖς
ἔρωτα μοῦνον ἠχεῖ.
5 ἤμειψα νεῦρα πρώην
καὶ τὴν λύρην ἅπασαν·
κἀγὼ μὲν ἦιδον ἄθλους
Ἡρακλέους, λύρη δέ
ἔρωτας ἀντεφώνει.
10 χαίροιτε λοιπὸν ἡμῖν,
ἥρωες· ἡ λύρη γάρ
μόνους ἔρωτας ἄιδει.